ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (27/2)

Εὐαγγέλιον: ἡμέρας, Τετ. ἀπόκρεω (Μρ. ιδ΄ 43 – ιε΄ 1)

43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐ­τοῦ ὄ­­χλος πολὺς μετὰ μα­χαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι πα­­ρὰ τῶν ἀρχιερέων καὶ γραμ­ματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐ­­­στι· κρατήσατε αὐτὸν καὶ ἀ­­­­παγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐ­­κράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49 καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠ­­­κο­λούθησεν αὐτῷ, περιβε­βλημένος σινδόνα ἐπὶ γυ­­μνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐ­­­τῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάν­­τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες, 58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρί­νῃ οὐδέν; τί οὗτοί σου κατα­μαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθή­­μενον τῆς δυνάμεως καὶ ἐρ­­χόμενον ἐπὶ τῶν νεφε­λῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρή­ξας τοὺς χιτῶνας αὐτοῦ λέ­γει· τί ἔτι χρείαν ἔχομεν μαρ­­τύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέ­­γειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ραπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρ­χιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέ­κτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν­ τοῖς παρεστηκόσιν ὅτι οὗ­τος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ με­τὰ μικρὸν πάλιν οἱ παρε­στῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματί­ζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα­ τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ρῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀ­παρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε. 

ιε΄ 1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες­ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀ­­­­πήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

43 Κι ἀμέσως, ἐνῶ ὁ Ἰησοῦς μιλοῦσε ἀκόμη, ἦλθε ὁ Ἰούδας ὁ Ἰσκαριώτης, πού ἦταν ἕνας ἀπ’ τούς δώ­δε­κα, καί μαζί μ’ αὐτόν ἦλθε ὄχλος πολύς μέ μαχαίρια καί ρόπαλα, σταλμένοι ἀπ’ τούς ἀρ­χι­ερεῖς, τούς γραμ­μα­τεῖς καί τούς πρεσβυτέρους. 44 Αὐτός μάλιστα πού τόν παρέδιδε στούς ἐχθρούς του τούς εἶχε δώσει τό ἑξῆς συνθηματικό σημάδι λέ­γον­τας: Ἐκεῖνον πού θά φιλήσω, αὐτός εἶναι ὁ Ἰησοῦς· συλ­λά­βετέ τον καί μεταφέρετέ τον μέ μέτρα ἀσφαλείας. 45 Κι ἀφοῦ ἦλθε ἐκεῖ ὁ Ἰούδας, ἀμέσως τόν πλησίασε καί τοῦ εἶπε: Χαῖρε, διδάσκαλε· καί μέ ὑποκρισία τόν φί­λησε θερμά. 46 Αὐτοί τότε ἅπλωσαν πάνω του τά χέρια τους καί τόν συνέλαβαν. 47 Κάποιος ὅμως ἀπ’ αὐτούς πού παρέστεκαν, τράβηξε τό μαχαίρι του καί χτύπησε τό δοῦλο τοῦ ἀρχιερέα καί τοῦ ἔκοψε τό αὐτί. 48 Τότε ὁ Ἰησοῦς στράφηκε σ’ αὐτούς καί τούς εἶπε: Σάν νά ἤμουν ληστής βγήκατε μέ μαχαίρια καί μέ ρόπα­λα νά μέ πιάσετε. 49 Κάθε μέρα ἤμουν κοντά σας καί δίδασκα μέσα στό ἱερό, καί δέν μέ συλλάβατε. Ἀλλά μέ ὅλα αὐτά ἐκπληρώθηκαν καί ἐπαληθεύθηκαν οἱ προφητικές γρα­φές, οἱ ὁποῖες προλέγουν ὅτι θά μέ μεταχειριστεῖτε σάν κακοποιό. 50 Τότε ὅλοι οἱ μαθητές τόν ἄφησαν καί ἔφυγαν. 51 Κάποιος ὅμως νέος ἀκολούθησε τόν Κύριο γυμνός, τυλιγμένος μόνο μ’ ἕνα σεντόνι. Ἀλλά τόν ἔπιασαν οἱ νεότεροι ἀπό τό ἀπόσπασμα. 52 Ἐκεῖνος τότε ἄφησε τό σεντόνι στά χέρια τους καί τούς ξέφυγε γυμνός. Ἔτσι οὔτε αὐτός ἔμεινε μέ τόν Ἰη­σοῦ. 53 Κατόπιν ὁδήγησαν βίαια τόν Ἰησοῦ στόν ἀρχιερέα. Ἐκεῖ συνάχθηκαν γιά νά συνεδριάσουν μαζί του ὅλοι οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι καί οἱ γραμματεῖς. 54 Καί ὁ Πέτρος τόν ἀκολούθησε ἀπό μακριά, ἕως ὅτου μπῆκε μέσα στήν ἐσωτερική αὐλή τοῦ μεγάρου τοῦ ἀρχιερέως. Κι ἐκεῖ καθόταν μαζί μέ τούς ὑπηρέτες καί θερμαινόταν κοντά στό φῶς πού ἔριχνε ἡ φωτιά, κι ἔτσι φαινόταν καλά σέ ὅλους ὅσους κάθονταν ἐκεῖ. 55 Στό μεταξύ οἱ ἀρχιερεῖς κι ὅλο τό συνέδριο ἀναζη­τοῦσαν κάποια ἐνοχοποιητική μαρτυρία ἐναντίον τοῦ Ἰησοῦ γιά νά τόν θανατώσουν, μά δέν ἔβρισκαν. 56 Διότι πολ­λοί κατέθεταν ψεύτικες μαρτυρίες ἐναντίον του, ἀλλά οἱ μαρτυρίες αὐτές δέν ἦταν σύμφωνες μεταξύ τους. 57 Παρουσιάστηκαν τότε μερικοί καί ἄρχισαν νά ψευ­­δομαρ­τυροῦν ἐναντίον του λέγοντας 58 ὅτι ἐμεῖς τόν ἀκούσαμε μέ τ’ αὐτιά μας νά λέει ὅτι ἐγώ θά γκρεμίσω τό ναό αὐτό πού εἶναι κτισμένος ἀ­πό ἀν­θρώπινα χέρια, καί μέσα σέ τρεῖς ἡμέρες θά οἰ­­­­­­­­­­κο­δο­μή­σω ἄλλο ναό, πού δέν θά τόν ἔχουν φτιάξει χέ­­ρια ἀν­­θρώ­­­πων. 59 Ἀλλά κι ἔτσι πού κατέθεταν, δέν ἦταν σύμφωνη ἡ μαρ­τυρία τους. 60 Τότε σηκώθηκε ὁ ἀρχιερέας στή μέση κι ἄρχισε νά ρωτᾶ τόν Ἰησοῦ λέγοντάς του: Δέν ἔχεις νά πεῖς τίποτε; Τί εἶναι αὐτά πού σέ κατηγοροῦν αὐτοί; 61 Αὐτός ὅμως σιωποῦσε καί δέν ἔδωσε καμία ἀπάν­τη­ση. Πάλι ὁ ἀρχιερέας τόν ρώτησε: Ἐσύ εἶσαι ὁ Χριστός, ὁ υἱός τοῦ εὐλογητοῦ Θεοῦ, δηλαδή τοῦ μονα­δι­­­­­κοῦ Θεοῦ ὁ ὁποῖος πρέπει νά εὐλογεῖται καί νά ἀνυ­­μνεῖται λατρευτικῶς; 62 Καί ὁ Ἰησοῦς ἀπάντησε: Ἐγώ εἶμαι. Καί θά δεῖτε τόν υἱό τοῦ ἀνθρώπου, τόν Μεσσία, νά κάθεται στά δεξιά τοῦ παντοδύναμου Θεοῦ καί νά ἔρχεται πάνω στά σύννεφα τοῦ οὐρανοῦ. 63 Ὁ ἀρχιερέας τότε μέ ὑποκριτικό καί ἐπιδεικτικό ἀπο­­­­τρο­πιασμό γιά τή φρικτή βλασφημία πού ἄκουσε ἔσκι­σε τά ροῦχα του σύμφωνα μέ τή συνήθεια πού ἐπι­κρατοῦ­σε στούς Ἰουδαίους καί εἶπε: Τί μᾶς χρειάζονται πλέ­ον μάρτυρες; 64 Ἀκούσατε ξεκάθαρα τή βλασφημία πού ξεστόμισε, ὥστε νά μή σᾶς μένει καμία ἀμφιβολία. Τί γνώμη ἔχετε; Τότε ὅλοι ἀποφάνθηκαν ἐναντίον του ὅτι εἶναι ἔνο­χος βλασφημίας πού τιμωρεῖται μέ θάνατο. 65 Μερικοί τότε ἄρχισαν νά τόν φτύνουν καί νά τοῦ σκε­πά­ζουν γύρω-γύρω τό πρόσωπό του γιά νά μή βλέπει, καί νά τόν χαστουκίζουν καί νά τοῦ λένε: Προφήτευσέ μας ποιός σέ χτύπησε. Καί οἱ ὑπηρέτες τοῦ ἔδωσαν ραπίσματα. 66 Κι ἐνῶ ὁ Πέτρος ἦταν κάτω στήν αὐλή, ἦλθε μία ἀπό τίς ὑπηρέτριες τοῦ ἀρχιερέα. 67 Κι ὅταν εἶδε τόν Πέτρο νά ζεσταίνεται, τόν κοίταξε προσεκτικά καί τοῦ εἶπε: Κι ἐσύ μέ τόν Ἰησοῦ τόν Ναζαρηνό ἤσουν! 68 Αὐτός ὅμως ἀρνήθηκε καί εἶπε: Οὔτε ξέρω οὔτε κα­ταλαβαίνω τί λές. Καί βγῆκε ἔξω στό προαύλιο, καί τότε λά­λησε ὁ πετεινός. 69 Καί ἡ ὑπηρέτρια, ὅταν τόν ξαναεῖδε, ἄρχισε νά λέ­ει σ’ αὐτούς πού στέκονταν ἐκεῖ ὅτι εἶναι κι αὐτός ἀπό ἐκεί­­­νους. 70 Αὐτός ὅμως πάλι ἀρνιόταν. Καί ὕστερα ἀπό λίγο, πάλι ὅσοι στέκονταν ἐκεῖ ἔλεγαν στόν Πέτρο: Πράγματι ἀπ’ αὐτούς εἶσαι κι ἐσύ, διότι εἶσαι Γαλιλαῖος καί ἡ προφορά τῆς ὁμιλίας σου μοιάζει μέ τήν προφορά τῶν κατοίκων τῆς Γαλιλαίας. 71 Αὐτός ὅμως ἄρχισε νά ἐπικαλεῖται κατάρες ἐναντί­ον τοῦ ἑαυτοῦ του καί νά ὁρκίζεται ὅτι δέν γνωρίζω τόν ἄνθρωπο αὐτόν πού λέτε. 72 Καί γιά δεύτερη φορά λάλησε ὁ πετεινός. Τότε θυμήθηκε ὁ Πέτρος τό λόγο πού τοῦ εἶπε ὁ Ἰησοῦς, ὅτι πρίν νά λαλήσει δύο φορές ὁ πετεινός, τρεῖς φορές θά μέ ἀπαρνηθεῖς. Κι ἄρχισε νά κλαίει.

ιε΄ 1 Κι ἀμέσως μόλις ξημέρωσε, οἱ ἀρχιερεῖς ἔκαναν συμβούλιο μέ τούς πρεσβυτέρους καί γραμματεῖς κι ὅλο τό συνέδριο, γιά νά συζητήσουν πῶς ἔπρεπε νά ἐν­ερ­γήσουν πρός τόν ἐπίτροπο τῆς Ρώμης. Καί μετά τή σύσκεψη αὐτή, ἀφοῦ ἔδεσαν τόν Ἰησοῦ, τόν ἔφεραν καί τόν παρέδωσαν στόν Πιλάτο, κατηγορώντας τον ὡς ἀντάρτη καί σφετεριστή τοῦ ἀξιώματος τοῦ βασιλέως τῶν Ἰουδαίων.