Κυριακή 10 Μαρτίου 2013

07 kiriaki

† ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

Εὐαγγέλιον: Κυρ. ἀπόκρεω, «῞Οταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου» (Μτθ. κε΄ 31-46).

31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,

32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,

33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.

34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

35 ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με,

36 γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.

37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;

38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;

39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;

40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ

οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

42 ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με,

43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.

44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;

45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.

46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ

δίκαιοι εἰς ζωὴν αἰώνιον.

Ἑρμηνεία Π.Ν. Τρεμπέλα.

31 Ὅταν λοιπόν ἔλθει ὁ υἱός τοῦ ἀνθρώπου μέ τή δόξα του καί μαζί του ὅλοι οἱ ἅγιοι ἄγγελοι, τότε θά καθίσει σέ θρόνο ἔνδοξο καί λαμπρό.

32 Καί θά συναχθοῦν μπροστά του ὅλα τά ἔθνη, ὅλοι δηλαδή οἱ ἄνθρωποι πού ἔζησαν ἀπ’ τήν ἀρχή τῆς δημιουργίας μέχρι τό τέλος τοῦ κόσμου. Καί θά τούς χωρίσει τόν ἕνα ἀπό τόν ἄλλο, ὅπως ὁ βοσκός χωρίζει τά πρόβατα ἀπό τά γίδια.

33 Καί θά τοποθετήσει τούς δικαίους, πού εἶναι ἥμεροι σάν τά πρόβατα, στά δεξιά του· ἐνῶ τούς ἁμαρτωλούς, πού εἶναι ἀτίθασοι καί ἄτακτοι σάν τά γίδια, θά τούς βάλει στά ἀριστερά του.

34 Τότε θά πεῖ ὁ βασιλιάς σ’ ἐκείνους πού θά εἶναι στά δεξιά του: Ἐλᾶτε ἐσεῖς πού εἶστε εὐλογημένοι ἀπό τόν Πατέρα μου, κληρονομῆστε τή βασιλεία πού ἔχει ἑτοιμαστεῖ γιά σᾶς ἀπό τότε πού θεμελιωνόταν ὁ κόσμος.

35 Σᾶς ἀνήκει ἡ κληρονομιά αὐτή· διότι πείνασα καί μοῦ δώσατε νά φάω, ἤμουν διψασμένος καί μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί δέν εἶχα ποῦ νά μείνω καί μέ περιμαζέψατε στό σπίτι σας,

36 ἤμουν γυμνός καί μέ ντύσατε, ἀρρώστησα καί μέ ἐπισκεφθήκατε, ἤμουν μέσα στή φυλακή καί ἤλθατε νά μέ δεῖτε καί νά μέ παρηγορήσετε.

37 Τότε θά τοῦ ἀποκριθοῦν οἱ δίκαιοι: Κύριε, πότε σέ εἴδαμε πεινασμένο καί σέ θρέψαμε, ἤ διψασμένο καί σοῦ δώσαμε νά πιεῖς;

38 Καί πότε σέ εἴδαμε ξένο καί σέ περιμαζέψαμε, ἤ γυμνό καί σέ ντύσαμε;

39 Καί πότε σέ εἴδαμε ἄρρωστο ἤ φυλακισμένο καί ἤλθαμε νά σέ ἐπισκεφθοῦμε;

40 Τότε θά τούς ἀποκριθεῖ ὁ βασιλιάς: Ἀληθινά σᾶς λέω ὅτι κάθε τι πού κάνατε σ’ ἕναν ἀπό τούς φτωχούς αὐτούς ἀδελφούς μου πού φαίνονταν ἄσημοι καί πολύ μικροί, τό κάνατε σέ μένα.

41 Τότε θά πεῖ καί σέ κείνους πού θά εἶναι στά ἀριστερά του: Ἐσεῖς πού ἀπό τά ἔργα σας γίνατε καταραμένοι, φύγετε μακριά ἀπό μένα στό πῦρ τό αἰώνιο, πού ἔχει ἑτοιμασθεῖ γιά τό διάβολο καί τούς ἀγγέλους του.

42 Διότι πείνασα καί δέν μοῦ δώσατε νά φάω, δίψασα καί δέν μοῦ δώσατε νά πιῶ,

43 ἤμουν ξένος καί δέν μέ περιμαζέψατε νά μέ φιλοξενήσετε, ἤμουν γυμνός καί δέν μέ ντύσατε, ἤμουν ἄρρωστος καί μέσα στή φυλακή καί δέν μέ ἐπισκεφθήκατε.

44 Τότε θά τοῦ ἀποκριθοῦν κι αὐτοί: Κύριε, πότε σέ εἴδαμε νά πεινᾶς ἤ νά διψᾶς ἤ νά εἶσαι ξένος ἤ γυμνός ἤ ἄρρωστος ἤ φυλακισμένος, καί δέν σέ ὑπηρετήσαμε;

45 Τότε θά τούς ἀποκριθεῖ: Ἀληθινά σᾶς λέω, κάθε τι πού δέν κάνατε σ’ ἕναν ἀπ’ αὐτούς πού ὁ κόσμος θεωροῦσε πολύ μικρούς, οὔτε σέ μένα τό κάνατε.

46 Καί θά ὁδηγηθοῦν αὐτοί σέ κόλαση πού δέν θά ἔχει τέλος, ἀλλά θά εἶναι αἰώνια· ἐνῶ οἱ δίκαιοι θά πᾶνε γιά νά ἀπολαύσουν ζωή αἰώνια.