Τρίτη 22 Ἰανουαρίου 2013

02 triti

Εὐαγγέλιον: παραλειφθέν, Κυρ. ιε΄ Ματθ. (Μτθ. κβ ΄ 35-46).

35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·

36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.

39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.

43 λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,

44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;

46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 

 

Ἑρμηνεία Π.Ν. Τρεμπέλα

35 κι ἕνας ἀπ’ αὐτούς, νομοδιδάσκαλος, τόν ρώτησε δοκιμάζοντάς τον, γιά νά δεῖ ποιά ἀπόκριση θά ἔδινε, καί τοῦ εἶπε:

36 Διδάσκαλε, ποιά εἶναι ἡ πιό μεγάλη ἐντολή στό νόμο;

37 Ὁ Ἰησοῦς τοῦ εἶπε: Νά ἀγαπᾶς τόν Κύριο καί Θεό σου μέ ὅλη σου τήν καρδιά, ὥστε αὐτόν ὁλοκληρωτικά νά ποθεῖς, καί μέ ὅλη σου τήν ψυχή, ὥστε ὁλόκληρη ἡ θέλησή σου νά εἶναι παραδομένη σ’ αὐτόν, καί μέ τό νοῦ σου ὁλόκληρο, ὥστε αὐτόν πάντοτε νά σκέφτεσαι.

38 Αὐτή εἶναι ἡ πρώτη καί μεγάλη ἐντολή.

39 Καί δεύτερη ἐντολή ὅμοια μ’ αὐτήν καί ἐξίσου σπουδαία εἶναι: Νά ἀγαπᾶς τό συνάνθρωπό σου ὅπως ἀγαπᾶς τόν ἑαυτό σου.

40 Σ’ αὐτές τίς δύο ἐντολές στηρίζεται ὅλος ὁ νόμος καί ἡ διδασκαλία τῶν προφητῶν.

41 Κι ἐνῶ ἦταν συναγμένοι οἱ Φαρισαῖοι, τούς ρώτησε ὁ Ἰησοῦς:

42 Τί γνώμη ἔχετε σχετικά μέ τόν Μεσσία, πού θά ἀναδειχθεῖ καί θά χρισθεῖ Μεσσίας ἀπό τόν ἴδιο τόν Θεό; Ποιανοῦ ἀπόγονος εἶναι; Τοῦ ἀπαντοῦν: Τοῦ Δαβίδ.

43 Τούς λέει: Πῶς λοιπόν ὁ Δαβίδ ἐμπνεόμενος ἀπό τό Ἅγιον Πνεῦμα τόν ὀνομάζει Κύριο, ὅταν λέει·

44 εἶπε ὁ Κύριος καί Θεός στόν Κύριό μου Χριστό: Κάθισε στό θρόνο μου στά δεξιά μου, ὡσότου θέσω τούς ἐχθρούς σου νικημένους κάτω ἀπό τά πόδια σου. Ἀλλά οἱ παπποῦδες δέν ὀνομάζουν ποτέ κυρίους τους τά ἐγγόνια τους καί τά δισέγγονά τους. Οὔτε στέκει ποτέ νά προσφωνοῦν οἱ πρόγονοι τούς ἀπογόνους τους κυρίους.

45 Ἐάν λοιπόν ὁ Δαβίδ τόν ὀνομάζει Κύριο, πῶς εἶναι υἱός καί ἀπόγονός του; Αὐτό σημαίνει ὅτι ὁ Μεσσίας δέν εἶναι μόνο υἱός τοῦ Δαβίδ ἀλλά καί υἱός τοῦ Θεοῦ, καί γι’ αὐτό εἶναι καί κύριος τοῦ Δαβίδ.

46 Καί κανείς δέν μπόρεσε νά τοῦ ἀποκριθεῖ οὔτε λέξη, οὔτε τόλμησε κανείς ἀπό τήν ἡμέρα ἐκείνη νά τοῦ ὑποβάλει πλέον ἄλλα ἐρωτήματα.