Δευτέρα 21 Ἰανουαρίου 2013

01 deftera

Ἀπόστολος: παραλειφθείς, Κυρ. λ΄ ἐπιστ. (Κολασ. γ΄ 12-16)·

12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,

13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·

14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.

15 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε

ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε·

16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

ἑρμηνεία Π.Ν. Τρεμπέλα

12 Σάν ἐκλεκτοί λοιπόν τοῦ Θεοῦ πού εἶστε καί ἁγιασμένοι καί ἀγαπημένοι του, ἀποκτῆστε καί ντυθεῖτε καρδιά συμπονετική καί σπλαχνική, ἀγαθή καί εὐεργετική διάθεση, ταπεινοφροσύνη, πραότητα, μακροθυμία.

13 Νά ἀνέχεστε ὁ ἕνας τίς ἀδυναμίες τοῦ ἄλλου καί νά συγχωρεῖτε ὁ ἕνας τόν ἄλλο, ἐάν ἔχει κανείς παράπονο ἐναντίον τοῦ ἄλλου. Ὅπως κι ὁ Χριστός σᾶς ἔκανε χάρη καί σᾶς συγχώρησε, ἔτσι κι ἐσεῖς νά συγχωρεῖτε ὁ ἕνας τόν ἄλλο.

14 Καί πάνω ἀπ’ ὅλα αὐτά νά ντυθεῖτε τήν ἀγάπη, ἡ ὁποία σάν κρίκος δένει μαζί ὅλες τίς ἀρετές σέ τέλειο σύνολο.

15 Καί ἡ εἰρήνη πού δίνει ὁ Θεός ἄς ἐπιστατεῖ κι ἄς κυριαρχεῖ μέσα στίς καρδιές σας. Γι’ αὐτήν τήν εἰρήνη ἐξάλλου προσκληθήκατε, ὥστε νά γίνετε ἕνα σῶμα. Προσπαθεῖτε ἀκόμη νά γίνεστε καί εὐχάριστοι μεταξύ σας.

16 Ὁ λόγος καί ἡ διδασκαλία τοῦ Ἰησοῦ Χριστοῦ ἄς παραμένει μέσα σας πλούσια, γιά νά ἔχετε κάθε σοφία. Σ’ αὐτό θά συντελέσει καί τό νά διδάσκετε καί νά συμβουλεύετε ὁ ἕνας τόν ἄλλο μέ ψαλμούς καί ὕμνους καί πνευματικές ὠδές, πού θά ψάλλετε μέ τήν καρδιά σας στόν Κύριο καί θά ἐκφράζετε μ’ αὐτές τήν εὐχαριστία σας στό Θεό.