Δευτέρα 22 Ἰουλίου 2013

01 deftera

Ἀπόστολος: ἡμέρας, Δευτ. ε΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιβ΄ 4-5, 15-21)·

Ἀδελφοί, καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν͵ τὰ δὲ μέλη πάντα οὐ τὴν  αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ͵ ὁ δὲ κάθεὶς ἀλλήλων  μέλη. Χαίρειν μετὰ χαιρόντων͵ κλαίειν μετὰ κλαιόντων. Τὸ αὐτὸ εἰς ἀλλήλους  φρονοῦντες͵ μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε  φρόνιμοι παρ΄ ἑαυτοῖς. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ  ἐνώπιον πάντων ἀνθρώπων· εἰ δυνατόν͵ τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων  εἰρηνεύοντες· μὴ ἑαυτοὺς ἐκδικοῦντες͵ ἀγαπητοί͵ ἀλλὰ δότε τόπον τῇ ὀργῇ·  γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις͵ ἐγὼ ἀνταποδώσω͵ λέγει Κύριος. Ἀλλὰ ἐὰν πεινᾷ ὁ  ἐχθρός σου͵ ψώμιζε αὐτόν· ἐὰν διψᾷ͵ πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς  σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ͵ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ  κακόν.