Κυριακὴ Θ΄ Ματθαίου – Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 14 Αὐγούστου 2022

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 14 Αὐγούστου 2022, Θ΄ Ματθαίου (Ματθ. ιδ΄ 22-34)

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξά-μενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

22 Κι ἀμέσως ὁ Ἰησοῦς, γιά νά μήν παρασυρθοῦν οἱ μαθητές του ἀπό τόν ἐνθουσιασμό τοῦ πλήθους πού ἤθελε νά τόν ἀνακηρύξει βασιλιά, τούς ἀνάγκασε νά μποῦν στό πλοῖο καί νά περάσουν πρίν ἀπ’ αὐτόν στό ἀπέναντι μέρος τῆς λίμνης, ὡσότου αὐτός διαλύσει τά πλήθη τοῦ λαοῦ. 23 Κι ἀφοῦ διέλυσε τά πλήθη, ἀνέβηκε στό βουνό γιά νά προσευχηθεῖ μόνος του. Κι ὅταν βράδιασε καλά, ἦταν μόνος του ἐκεῖ. 24 Τό πλοῖο ὅμως εἶχε προχωρήσει πλέον στή μέση τῆς λίμνης καί συνταρασσόταν ἀπό τά κύματα. Διότι ἦταν ἀντίθετος ὁ ἄνεμος. 25 Καί στό τέταρτο καί τελευταῖο τρίωρο τῆς νύχτας ὁ Ἰησοῦς ἔφυγε ἀπ’ τό βουνό καί ἦλθε πρός αὐτούς περπατώντας πάνω στή θάλασσα, σάν νά ἦταν ἡ θάλασσα στεριά. 26 Ὅταν λοιπόν τόν εἶδαν οἱ μαθητές νά περπατάει πάνω στή θάλασσα, ταράχθηκαν λέγοντας ὅτι αὐτό πού ἔ­­βλε­­­παν εἶναι φάντασμα. Κι ἀπ’ τό φόβο τους ἔβγαλαν κραυ­γές. 27 Ἀμέσως ὅμως τούς μίλησε ὁ Ἰησοῦς καί τούς εἶπε: Ἔχετε θάρρος, ἐγώ εἶμαι, μή φοβάστε. 28 Τότε τοῦ ἀποκρίθηκε ὁ Πέτρος: Κύριε, ἐάν εἶσαι ἐσύ, δῶσε μου ἐντολή νά ἔλθω κοντά σου περπατώντας πάνω στά νερά. 29 Ὁ Κύριος τοῦ εἶπε: Ἔλα. Καί τότε ὁ Πέτρος κατέβηκε ἀπό τό πλοῖο καί περπάτησε πάνω στά νερά γιά νά ἔλθει κοντά στόν Ἰησοῦ. 30 Ἀλλά ὅταν εἶδε τόν ἀέρα πόσο δυνατός ἦταν, κλονίστηκε ἡ πίστη του καί φοβήθηκε, καί καθώς ἄρχισε νά βουλιάζει, φώναξε δυνατά: Κύριε, σῶσε με, διότι κινδυνεύω νά πνιγῶ. 31 Ἀμέσως ὁ Ἰησοῦς ἅπλωσε τό χέρι του, τόν ἔπιασε καί τοῦ εἶπε: Ὀλιγόπιστε, γιατί δείλιασες; 32 Κι ὅταν ὁ Χριστός καί ὁ Πέτρος μπῆκαν στό πλοῖο, ἡσύχασε ὁ ἄνεμος. 33 Τότε ὅσοι ἦταν ἤδη στό πλοῖο ἦλθαν καί τόν προσκύνησαν μέ πολλή εὐλάβεια λέγοντας: Ἀληθινά, εἶσαι Υἱός τοῦ Θεοῦ. 34 Κι ἀφοῦ πέρασαν ἀπ’ τό ἕνα μέρος τῆς λίμνης στό ἄλλο, ἦλθαν στή χώρα Γεννησαρέτ