Ὕμνος ρλθ΄ Εἰς τὴν ὑπερένδοξον Κόρην

Ὕμνος ρλθ΄ Εἰς τὴν ὑπερένδοξον Κόρην

Τὴν ὑπερένδοξον Κόρην, τὴν τοῦ Κυρίου Μητέρα
καὶ τῶν ἁγίων Ἀγγέλων τὴν οὖσαν ἁγιωτέραν
ὑμνήσωμεν ἀσιγήτως τοῖς χείλεσι καὶ καρδίᾳ
ὁμολογοῦντες παρθένον Μαρίαν τὴν Θεοτόκον.

Ἀγγελικῶς Σὲ ὑμνοῦμεν, παστάδα τὴν Οὐρανίαν
καὶ πύλην ἐσφραγισμένην, τὸ Χαῖρέ Σοι προσφωνοῦντες.
Χαῖρε Κεχαριτωμένη, Παράδεισος ἀνεδείχθης
ἐν ᾧ ἐβλάστησε θείως τὸ ξύλον τῆς ἀφθαρσίας.

Ἐκ Σοῦ προῆλθε, Παρθένε, Σωτήρ μου ὁ ζωοδότης
Χριστὸς ὁ σῴζων τὸν κόσμον τῆς φοβερᾶς καταδίκης·
ὅθεν βοῶμέν Σοι πάντες, κατάβαλε τοὺς τυράννους,
ἐχθροὺς ἡμῶν ἀντιθέτους χειρί Σου παντοδυνάμῳ.

Ἀρχὴ ἡμῶν σωτηρίας καὶ χάριτος ἐγεγόνει
τοῦ Ἀρχαγγέλου τὸ χαῖρε πρὸς τὴν παρθένον Μαρίαν.
Ἀκούσασα γὰρ τὸ χαῖρε, τὸν ἀσπασμὸν ἀπεδέχθη,
ὡς δούλη ὄντως Κυρίου ἑτοίμη πρὸς λειτουργίαν.

(Ἁγίου Νεκταρίου, «Θεοτοκάριον»)