ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (11/8)

Εὐαγγέλιον: ἡμέρας, Παρ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. κβ΄ 23-33)

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε,­ Μω­σῆς εἶπεν, ἐάν τις ἀπο­θάνῃ μὴ ἔχων τέκνα, ἐπι­γα­μ­βρεύσει ὁ ἀδελφὸς αὐ­­­τοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀνα­στήσει σπέρμα τῷ ἀδελ­φῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέ­θανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ρηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θε­­ὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θε­­ὸς Θεὸς νεκρῶν, ἀλλὰ ζών­των. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

23 Τήν ἴδια ἐκείνη ἡμέρα τόν πλησίασαν οἱ Σαδ­δου­­καῖοι, οἱ ὁποῖοι πίστευαν καί διεκήρυτταν ὅτι δέν ὑπάρχει ἀνάσταση νεκρῶν, καί τόν ρώτησαν τό ἑξῆς: 24 Διδάσκαλε, ὁ Μωυσῆς εἶπε: Ἄν κανείς πεθάνει χωρίς νά ἀποκτήσει παιδιά, πρέπει ὁ ἀδελφός του νά νυμφευθεῖ τή χήρα γυναίκα του καί νά κάνει ἀπογόνους γιά τό νεκρό ἀδελφό του. 25 Ἦταν λοιπόν μεταξύ μας ἑπτά ἀδελφοί. Κι ὁ πρῶτος, ἀφοῦ ἦλθε σέ γάμο, πέθανε. Κι ἐπειδή δέν εἶχε παιδιά, ἄφησε τή γυναίκα του στόν ἀδελφό του. 26 Μέ τόν ἴδιο τρόπο κι ὁ δεύτερος κι ὁ τρίτος νυμφεύθηκαν τήν ἴδια γυναίκα, μέχρι πού τήν πῆραν γιά σύζυγο καί οἱ ἑπτά. 27 Κι ὕστερα ἀπ’ ὅλους πέθανε καί ἡ γυναίκα. 28 Κατά τήν ἀνάσταση λοιπόν σέ ποιόν ἀπό τούς ἑπτά ἄνδρες θά ἀνήκει ὡς σύζυγος ἡ γυναίκα; Διότι ὅλοι τήν εἶχαν σύζυγο. 29 Ὁ Ἰησοῦς τότε τούς ἀποκρίθηκε: Βρίσκεσθε σέ πλάνη καί δέν γνωρίζετε οὔτε τίς Γραφές, οἱ ὁποῖες δέν ὑποστηρίζουν ὑλιστικές καί παχυλές ἀντιλήψεις γιά τήν ἀνάσταση, ὅπως ἐσεῖς τήν φαντάζεσθε, οὔτε τή δύναμη τοῦ Θεοῦ, γιά τήν ὁποία τίποτε δέν εἶναι ἀδύνατο ἤ δύσκολο. 30 Βρίσκεσθε σέ πλάνη λοιπόν καί δέν κατανοεῖτε τό ἀληθινό νόημα τῶν Γραφῶν. Διότι δέν ξέρετε ὅτι στήν ἀνάσταση οὔτε οἱ ἄνδρες νυμφεύονται οὔτε οἱ γυναῖκες παντρεύονται, ἀλλά εἶναι ὅλοι σάν ἄγγελοι Θεοῦ στόν οὐρανό. 31 Γιά τήν ἀνάσταση ὅμως τῶν νεκρῶν δέν διαβάσατε ἐκεῖνο πού σᾶς εἶπε ὁ Θεός πολλά χρόνια μετά τό θάνατο τῶν τριῶν πατριαρχῶν· 32 ἐγώ εἶμαι ὁ Θεός τοῦ Ἀβραάμ καί ὁ Θεός τοῦ Ἰσαάκ καί ὁ Θεός τοῦ Ἰακώβ; Δέν εἶναι ὁ Θεός Θεός νεκρῶν, πού κατάντησαν σέ ἀνυπαρξία, ὅπως φαντάζεσθε ἐσεῖς, ἀλλά εἶναι Θεός ζωντανῶν. Καί οἱ πατριάρχες λοιπόν, ἄν καί εἶναι πεθαμένοι, ζοῦν. 33 Καί τά πλήθη τοῦ λαοῦ ὅταν ἄκουσαν αὐτά, κυριεύθηκαν ἀπό ἔκπληξη καί βαθύ θαυμασμό γιά τή διδαχή του.

Εγγραφή ή ανανέωση Συνδρομών