Ἀποστολικό Ἀνάγνωσμα

Άρθρα

Ἀπόστολος: ἡμέρας, Τρ. κζ΄  ἑβδ. ἐπιστ. (Α΄ Τιμ. ε΄ 11 - 21): 11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12 ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ…
Ἀπόστολος: ἡμέρας, Δευτ. κζ΄  ἑβδ. ἐπιστ. (Α΄ Τιμ. ε΄ 1 - 10): Πρεσβυτέρῳ μὴ ἐπιπλή­ξῃς, ἀλλὰ παρακά­λει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. 3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτω­σαν πρῶ­τον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ…
Ἀπόστολος Κυρ. πρὸ τῶν Χριστουγέννων, «Πίστει παρῴκησεν ᾿Αβραάμ» (῾Εβρ. ια΄ 9-10, 32-40): 9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. 32 Καὶ τί…
Ἀπόστολος: προφ., Α΄ Κυρ. ἐπιστ. (ἁγ. Πάντων) (῾Εβρ. ια΄ 33-ιβ΄ 2):  33 Oἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰρ­γάσαντο δικαιοσύνην, ἐπέ­τυχον ἐπαγγελιῶν, ἔφρα­ξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμ­βολὰς ἔκλιναν ἀλλο­τρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν,…
Ἀπόστολος: ἡμέρας, Παρ. κστ΄  ἑβδ. ἐπιστ. (Α΄ Τιμ. δ΄ 4 - 8, 16): 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. 6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διά­κονος Ἰησοῦ Χριστοῦ, ἐντρε­φόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδα­σκαλίας ᾗ…
Ἀπόστολος τοῦ ἱερομάρτυρος, Δεκ. 15, «Μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον» (Β΄ Τιμ. α΄ 8-18):  8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν…
Ἀπόστολος: ἡμέρας, Τρ. κστ΄  ἑβδ. ἐπιστ. (Α΄ Τιμ. α΄ 18 - 20, β΄ 8 - 15): 18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσά­μενοι περὶ τὴν πίστιν ἐναυά­γησαν· 20 ὧν ἐστιν…
Ἀπόστολος: ἡμέρας, Τρ. κστ΄  ἑβδ. ἐπιστ. (Α΄ Τιμ. α΄ 8 - 14): 8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, 9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδρο­φό-νοις, 10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ…
Ἀπόστολος τοῦ ἱεράρχου, Κυρ. κϛ΄ ἐπιστ., «῾Ως τέκνα φωτὸς περιπατεῖτε» (᾿Εφεσ. ε΄ 8-19): 8 Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· – 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· –10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε…

Εγγραφή ή ανανέωση Συνδρομών